Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.134 Joseph. AJ 19.139 (English) >>Joseph. AJ 19.144

19.137καὶ τάδε μὲν εἰκάζετο βουλήσει τῇ ἀλογίστῳ τῶν θροεῖν προθεμένων καὶ ἐπʼ ἀμφότερα δόξῃ τῶν ἀκουόντων λαμβανόμενα· οὐ μὴν τήν γʼ ἐνέδραν ἐξέλιπον δεδιότες τὴν ἐπενεχθησομένην προεξιοῦσιν αἰτίαν· οὐ γὰρ ἐφʼ ἧς ἀξιοῖεν διανοίας γενήσεσθαι περὶ αὐτοῖς τὴν κρίσιν, ἀλλʼ ἀφʼ ἧς εἰκάζειν ἐθελήσειαν τούς τε κατηγορήσοντας καὶ τοὺς δικάζοντας. 19.138

Ἐπεὶ δὲ καὶ πλῆθος τῶν Γερμανῶν περιέσχε τὸ θέατρον ἐσπασμένων τὰ ξίφη, πᾶσι τοῖς θεωροῖς ἐλπὶς ἦν ἀπολεῖσθαι, καὶ πρὸς πᾶσαν οὗτινος εἴσοδον πτοία εἶχεν αὐτούς, ὡς αὐτίκα μάλα συγκοπήσοιντο, ἐν ἀμηχάνοις τε ἦσαν οὔτʼ ἀπιέναι θάρσος εἰσφερόμενοι οὔτε ἀκίνδυνον τὴν διατριβὴν τὴν ἐπὶ τοῦ θεάτρου πεπιστευκότες. 19.139εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθʼ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων. 19.140φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδʼ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων τι καὶ πεπραγμένον εἴη καταστῆναι. 19.141καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.134 Joseph. AJ 19.139 (English) >>Joseph. AJ 19.144

Powered by PhiloLogic